Ancient Greek · ~4 min
6.29.1 to 6.29.4
Sozomenus, Historia ecclesiastica 6.29.1-4
Not analysed yet
Κατὰ τούτους δὲ καὶ Ἀπολλὼς ἐν Θηβαΐδι διέτριβεν: ὃς ἡβᾷν ἀρχόμενος, ἐφιλοσόφησεν: ἐπὶ τεσσαράκοντα δὲ ἔτη τὴν ἔρημον οἰκήσας, σπήλαιον ὑπὸ τὸ ὄρος πλησίον τῆς οἰκουμένης, τοῦ Θεοῦ χρήσαντος, κατέλαβεν. Ὑπὸ δὲ πλήθους θαυματουργιῶν, ἐν ὀλίγῳ ἐπίσημος ἐγένετο, καὶ ἡγεμὼν πλείστων μοναχῶν: ἦν γὰρ καὶ ταῖς διδασκαλίαις εἰς ὠφέλειαν ἐπαγωγός. Ἀλλ̓ οἵᾳ μὲν ἀγωγῇ ἐχρῆτο, καὶ ἡλίκων ἦν θείων καὶ παραδόξων πραγμάτων ποιητὴς, ἱστορεῖ Τιμόθεος ὁ τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας: εὖ μάλα αὐτοῦ, καὶ πολλῶν ὧν ἐπεμνήσθην, καὶ ἄλλων δοκίμων μοναχῶν τοὺς βίους διεξελθών. Ἐν δὲ τῷ τότε, πολλοὶ καὶ ἀγαθοὶ σπουδαίως ἐφιλοσόφουν ἀνὰ τὴν Ἀλεξάνδρειαν, ἀμφὶ δισχίλιοι ὄντες: ὧν οἱ μὲν, ἐν τοῖς καλουμένοις ἐρημικοῖς ᾤκουν: οἱ δὲ, περὶ τὸν Μαρεώτην καὶ τοὺς ἐκ γειτόνων Λίβυας. Ὑπερφυῶς δὲ ἐν τούτοις διέπρεπε Δωρόθεος, Θηβαῖος τὸ γένος. Ὧι βίος ἦν, ἐν ἡμέρᾳ μὲν, ἀπὸ τῆς πέλας θαλάσσης λίθους συλλέγειν, καὶ ἔτους ἑκάστου οἰκίδιον κατασκευάζειν, καὶ διδόναι τοῖς μὴ δυναμένοις ἑαυτοῖς οἰκοδομεῖν: νύκτωρ δὲ εἰς αὐτοῦ διατροφὴν ἐκ φοινίκων φύλλων σειρὰς πλέκων, σπυρίδας εἰργάζετο.