Ancient Greek · ~2 min
6.29.12 to 6.29.13
Sozomenus, Historia ecclesiastica 6.29.12-13
Not analysed yet
Μακαρίῳ δὲ ἐδόθη χάρις ὑπὸ Θεοῦ, ὑπερφρονεῖν τῶν δαιμόνων. Ἐγένετο δὲ αὐτῷ τὴν ἀρχὴν πρόφασις τῆς φιλοσοφίας, ἀκούσιος φόνος. Ἔτι γὰρ βούπαις ὢν, πρόβατα ἔνεμε περὶ τὴν Μαρείαν λίμνην, καὶ παίζων, τινὰ τῶν ὁμηλίκων ἀνεῖλε: δείσας τε δοῦναι δίκην, ἔφυγεν εἰς τὴν ἐρημίαν. Αἴθριος δὲ ἐπὶ τρία ἔτη μετὰ ταῦτα διάγων, αὐτόθι οἰκίδιον μικρὸν ἑαυτῷ κατεσκεύασεν, ἐν ᾧ εἴκοσι καὶ πέντε ἔτη διέτριψεν. Ἔλεγον δὲ οἵ γε αὐτοῦ ἀκηκόεισαν, ὡς πολλὴν ὡμολόγει χάριν τῇ συμφορᾷ, καὶ σωτήριον ἀπεκάλει τὸν ἀκούσιον φόνον, φιλοσοφίας καὶ μακαρίου βίου αἴτιον αὐτῷ γεγενημένον.