Ancient Greek · ~1 min
6.29.25 to 6.29.26
Sozomenus, Historia ecclesiastica 6.29.25-26
Not analysed yet
Μωσῆς δὲ πρᾳότητι καὶ ἀγάπῃ ὑπερφυῶς εὐδοκιμηκέναι παραδέδοται, καὶ ἰάσεσι παθῶν εὐχῇ κατορθουμέναις. Ὁ δὲ Πίωρ ἐκ νέου φιλοσοφεῖν ἐγνωκὼς, ἡνίκα διὰ τοῦτο τοῦ πατρῴου οἴκου ἐξῆλθε, συνέθετο τῷ Θεῷ, τοῦ λοιποῦ μηδένα τῶν οἰκείων ὄψεσθαι: μετὰ δὲ πεντήκοντα ἔτη, ἐπύθετο αὐτὸν ἡ ἀδελφὴ ζῆν: ὑπὸ δὲ χαρᾶς ἀμέτρου τῆς παραλόγου μηνύσεως καταπλαγεῖσα,