Ancient Greek · ~3 min
6.29.6 to 6.29.8
Sozomenus, Historia ecclesiastica 6.29.6-8
Not analysed yet
Ποτὲ γοῦν εἰς ἄκρον κρατηθεὶς τῷ ὕπνῳ, ἔλαθεν ἐπὶ τοῦ ῥιπὸς πεσών: καὶ περίλυπος ἐπὶ τούτῳ γεγονὼς, ἠρέμα ἔφη, Εἰ τοὺς ἀγγέλους πείσεις καθεύδειν, πείσεις καὶ τὸν σπουδαῖον: ὑπεδήλου δὲ ἑαυτὸν, πρὸς τὸν ὕπνον ἴσως ἀποτεινόμενος, ἢ τὸν δαίμονα τὸν ἐμποδὼν γενόμενον ταῖς σπουδαίαις πράξεσιν. Ὧδε δὲ αὐτῷ μοχθοῦντι προσελθών τις ἔφη: Τί τὸ σῶμα τὸ σὸν ἀποκτείνεις τοσοῦτον; Ὅτι με ἀποκτείνει, ἀπεκρίνατο. Καὶ Πιάμμων δὲ καὶ Ἰωάννης τηνικαῦτα περὶ Διολκὸν τῆς Αἰγύπτου, ἐπισημοτάτων προΐσταντο μοναστηρίων. Ἐπιμελέστατά τε καὶ μάλα σεμνῶς πρεσβύτεροι ὄντες, τὴν ἱερατείαν μετῄεσαν. Λέγεται δέ ποτε τὸν Πιάμμωνα ἱερωμένον, θεάσασθαι περὶ τὴν ἱερὰν τράπεζαν θεῖον ἄγγελον ἑστῶτα, καὶ τῶν μοναχῶν τοὺς παρόντας ἐγγράφειν βίβλῳ τινί: τοὺς δὲ ἀπόντας ἀπαλείφειν. Ἰωάννῃ δὲ τοσαύτην ἐδωρήσατο δύναμιν ὁ Θεὸς κατὰ παθῶν καὶ νοσημάτων, ὡς πολλοὺς ἰάσασθαι ποδαλγοὺς, καὶ τὰ ἄρθρα διαλελυμένους.