# Historia ecclesiastica 6.30.1-7

Sozomenus, Historia ecclesiastica, 6.30.1 to 6.30.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/6.30.1

Ἐν τούτῳ δὲ εἰσέτι διέπρεπον ἐν τοῖς Σκήτεως μοναστηρίοις, γηραλέος μὲν, Ὠριγένης ἐκ τῶν μαθητῶν Ἀντωνίου τοῦ μεγάλου περιλελειμμένος: καὶ Δίδυμος, καὶ Κρονίων, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἐνιαυτοὺς γεγονώς: καὶ ὁ μέγας Ἀρσίσιος, καὶ Πουτουβάστης, καὶ Ἀρσίων, καὶ Σεραπίων, οἳ καὶ αὐτοὶ σύγχρονοι Ἀντωνίου ἐγένοντο. Καταγεγηρακότες δὲ ἐν τῷ φιλοσοφεῖν, προΐσταντο τότε τῶν τῇδε μοναστηρίων. Τῶν δ̓ αὖ νέαν καὶ μέσην ἡλικίαν ἀγόντων, πολλοὶ καλοί τε καὶ ἀγαθοὶ σὺν αὐτοῖς ἐγνωρίζοντο: καὶ Ἀμμώνιος καὶ Εὐσέβιος καὶ Διόσκορος: οὓς ἀδελφοὺς ἀλλήλοις ὄντας, μακροὺς ἐκ τῆς ἡλικίας ὠνόμαζον. Λέγεται δὲ τοῦτον τὸν Ἀμμώνιον εἰς ἄκρον φιλοσοφίας προελθεῖν, ἡδονῆς τε καὶ ῥαστώνης ἀνδρείως κρατῆσαι, καὶ φιλολόγον εἰς ἄγαν γενέσθαι: ὡς τοὺς Ὠριγένους καὶ Διδύμου καὶ τῶν ἄλλων ἐκκλησιαστικῶν λόγους διεξελθεῖν. Ἐκ νέου μέχρι τελευτῆς πλὴν ἄρτου, μηδενὸς γεύσασθαι ἐν πυρὶ γενομένου. Μέλλων δὲ ποτὲ πρὸς χειροτονίαν ἐπισκοπῆς συλλαμβάνεσθαι, ὡς ἀντιβολῶν οὐκ ἔπεισεν ἀπιέναι τοὺς ἐπ’ αὐτὸν ἐληλυθότας, ἀποτεμὼν τὸ οὖς, Ἄπιτε, ἔφη: λοιπὸν γὰρ οὐδὲ ἑκόντα με ὁ ἱερατικὸς νόμος συγχωρεῖ χειροτονεῖσθαι. Ἄρτιον γὰρ χρῆναι τὸν ἱερέα καθίστασθαι. Ἀναχωρήσαντες δὲ, ἐπεὶ τάδε ἔγνωσαν Ἰουδαίοις φυλακτέα, τῇ δὲ ἐκκλησίᾳ σώματος μηδὲν μέλειν, ἢν μόνον ἄρτιος ᾖ τοῖς τρόποις ὁ ἱερεὺς, αὖθις ἀνέστρεψαν ὡς συλληψόμενοι τὸν ἄνδρα. Ὁ δὲ, ἦ μὴν καὶ τὴν γλῶσσαν ἐκτεμεῖν διωμόσατο, εἰ βιάσασθαι πειραθεῖεν. Δείσαντες οὖν τὴν ἀπειλὴν, ἀπεχώρουν. Αὐτός τε ἐντεῦθεν Ἀμμώνιος ὁ Παρώτης ὠνομάζετο. Τῷ δὲ μετ̓ οὐ πολὺ ἐπὶ τῆς ἐχομένης βασιλείας, συνῆν Εὐάγριος σοφὸς, ἐλλόγιμος ἀνὴρ, νοῆσαί τε καὶ φράσαι δεινὸς, καὶ ἐπίβολος διακρῖναι τοὺς πρὸς ἀρετὴν καὶ κακίαν ἄγοντας λογισμούς: καὶ ἱκανὸς ὑποθέσθαι, ᾗ χρὴ τοὺς μὲν ἐπιτηδεύειν, τοὺς δὲ φυλάξασθαι. Ἀλλ̓ οἷος μὲν περὶ λόγους ἦν, ἐπιδείξουσιν αἱ γραφαὶ ἃς κατέλιπεν. Ἐλέγετο δὲ καὶ τὸ ἦθος μέτριος, τύφου τε καὶ ὑπεροψίας τοσοῦτον κρατεῖν, ὡς μήτε δικαίως ἐπαινούμενος ὀγκοῦσθαι τοῖς κρότοις,

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
