Ancient Greek · ~2 min
6.31.10 to 6.31.11
Sozomenus, Historia ecclesiastica 6.31.10-11
Not analysed yet
ἐξησκεῖτο. Ὁ δὲ Σόλων ἀπὸ ἐμπόρου εἰς μοναχὸν μεταβαλὼν, οὐδὲ αὐτὸς ὀλίγον ἀπώνατο τῆς ἐνθένδε ὠφελείας. Ὑπὸ διδασκάλῳ γὰρ τῷ ἀδελφῷ καὶ τοῖς τῇδε φιλοσοφοῦσιν ἐπιμελῶς παιδευθεὶς καὶ περὶ τὸ θεῖον ὅτι μάλιστα προθύμως ἐσπούδαζε, καὶ πρὸς τοὺς πέλας ἀγαθὸς ἐτύγχανεν. Ἡ μὲν Ῥινοκουρούρων ἐκκλησία, τοιούτων ἐξ ἀρχῆς ἡγουμένων ἐπιτυχοῦσα, οὐ διέλιπεν ἐξ ἐκείνου μέχρι καὶ εἰς ἡμᾶς καὶ ἔτι νῦν τοῖς ἐκείνων χρωμένη θεσμοῖς, καὶ ἀγαθοὺς ἄνδρας φέρουσα. Κοινὴ δέ ἐστι τοῖς αὐτόθι κληρικοῖς οἴκησίς τε καὶ τράπεζα, καὶ τ̓ ἄλλα πάντα.