Ancient Greek
6.33.3 to 6.33.4
Sozomenus, Historia ecclesiastica 6.33.3-4
Not analysed yet
Καὶ οἱ μὲν ὧδε ἐφιλοσόφουν. Ἐν Κάραις δὲ Εὐσέβιος, ὃς ἐν τῷ ἐθελοντὴς καθεῖρχθαι ἐφιλοσόφει: καὶ Πρωτογένης, ὃς τὴν αὐτόθι ἐκκλησίαν ἐπετρόπευσε μετὰ Βῖτον τὸν τότε ἐπίσκοπον: Βῖτον ἐκεῖνον τὸν ἀοίδιμον, ὃν φασὶ βασιλέα Κωνσταντῖνον πρώτως θεασάμενον, ὁμολογῆσαι ὡς πάλαι πολλάκις ἐν ἐπιφανείαις τὸν ἄνδρα τοῦτον ὁ Θεὸς αὐτῷ ἐπέδειξε, καὶ παρεκελεύσατο, ὅ τι λέγοι, πειθαρχεῖν αὐτῷ. Καὶ Ἀώνης δὲ ἐν Φαδανᾷ τὸ φροντιστήριον εἶχε: τόπος δὲ οὗτος, οὗ Ἰακὼβ ὁ τοῦ Ἀβραὰμ ἔκγονος ἐκ Παλαιστίνης ἐπιστὰς, ἔτι παρθένῳ συνήπτετο τῇ μετὰ ταῦτα γαμετῇ: ἐκκυλίσας τε τοῦ ἐνθάδε φρέατος τὸν λίθον, πρῶτον αὐτῆς τὸ ποίμνιον ἐπότισε. Φασὶ δὲ τοῦτον Ἀώνην, τῆς ἐκτὸς πάντων ἀνθρώπων καὶ ἀκριβοῦς φιλοσοφίας ἄρξασθαι παρὰ Σύροις, ὥσπερ Ἀντώνιον παῤ Αἰγυπτίοις.