Ancient Greek
6.34.6 to 6.34.9
Sozomenus, Historia ecclesiastica 6.34.6-9
Not analysed yet
Ἔνθα δὴ καὶ ἐτελεύτησε, καὶ τὸν τάφον ἔχει, μακροβιώτατος γεγονώς: ὡς μέχρι καὶ εἰς ἡμᾶς ἐπιβιῶναι, εὐδοκίμως καὶ θείως φιλοσοφήσας. Καὶ τῶν ἄλλων δὲ τῶν δηλωθέντων μοναχῶν, σχεδὸν πάντες πολὺν διεγένοντο χρόνον. Καί μοι φαίνεται, μακροβίους τοὺς ἄνδρας ὁ Θεὸς ἐποίησεν, εἰς ἐπίδοσιν τὴν θρησκείαν ἄγων. Σύρους τε γὰρ ὡς ἐπίπαν, καὶ Περσῶν καὶ Σαρακηνῶν πλείστους, πρὸς τὸ οἰκεῖον ἐπηγάγοντο σέβας, καὶ ἑλληνίζειν ἔπαυσαν. Μοναχικῆς τε φιλοσοφίας ἐνθάδε ἄρξαντες, πολλοὺς ὁμοίους ἀπέφησαν. Καὶ Γαλάτας δὲ καὶ Καππαδόκας, καὶ τοὺς τούτων ὁμόρους, συμβάλλω πολλοὺς μὲν καὶ ἄλλους ἐσχηκέναι τότε ἐκκλησιαστικοὺς φιλοσόφους, οἷά γε πάλαι τὸ δόγμα σπουδαίως πρεσβεύοντας. Κατὰ συνοικίας δὲ ἐν πόλεσιν ἢ κώμαις οἱ πλείους ᾤκουν. Οὔτε γὰρ παραδόσει τῶν προγεγενημένων εἰθίσθησαν: οὔτε ὑπὸ χαλεπότητος χειμῶνος, φύσει τοῦ τῇδε χώρου ἑκάστοτε συμβαίνοντος, δυνατὸν ἴσως κατεφαίνετο ἐν ἐρημίαις διατρίβειν. Εὐδοκιμώτατοι δὲ ὧν ἐπυθόμην ἐγένοντο ἐνθάδε μοναχοὶ, Λεόντιος, ὁ τὴν ἐν Ἀγκύρᾳ ἐκκλησίαν ὕστερον ἐπιτροπεύσας: καὶ Πραπίδιος, ὃς ἤδη γηραλεος ὢν, πολλὰς ἐπεσκόπει κώμας. Προέστη δὲ καὶ Βασιλειάδος, ὃ πτωχῶν ἐστὶν ἐπισημότατον καταγώγιον, ὑπὸ Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου κατασκευασθὲν, ἀφ̓ οὗ τὴν προσηγορίαν τὴν ἀρχὴν ἔλαβε, καὶ εἰς ἔτι νῦν ἔχει.