Ancient Greek
6.37.1 to 6.37.2
Sozomenus, Historia ecclesiastica 6.37.1-2
Not analysed yet
Ἐκ δὴ τοιούτων Θεμιστίου λόγων, φιλανθρωπότερόν πως διατεθεὶς ὁ βασιλεὺς, οὐ χαλεπῶς οὕτως ὡς πρότερον τὰς τιμωρίας ἐπῆγεν. Οὐ μὴν τελείως ἐφείδετο τῆς κατὰ τῶν ἱερωμένων ὀργῆς, εἰ μὴ κοινῶν πραγμάτων ἐπιγενόμεναι φροντίδες, οὐκέτι τοιάδε συνεχώρουν σπουδάζειν. Γότθοι γὰρ οἳ δὴ πέραν Ἴστρου ποταμοῦ τὸ πρὶν ᾤκουν, καὶ τῶν ἄλλων βαρβάρων ἐκράτουν, ἐξελαθέντες παρὰ τῶν καλουμένων Οὔννων, εἰς τοὺς Ῥωμαίων ὅρους ἐπεραιώθησαν.