Ancient Greek · ~3 min
6.37.15 to 6.37.17
Sozomenus, Historia ecclesiastica 6.37.15-17
Not analysed yet
ἅπαντες διεφθάρησαν. Οὐκ εἰς μακρὰν δὲ οἱ Γότθοι πρὸς ἀλλήλους ὡμονόησαν: καὶ εἰς ἀπόνοιαν ἐπαρθέντες, τοὺς Θρᾷκας ἐκακούργουν, καὶ τὰς αὐτῶν πόλεις καὶ κώμας ἐδῄουν. Πυθόμενος δὲ Οὐάλης, τῇ πείρᾳ μεμάθηκεν ὅσον ἥμαρτεν. Οἰηθεὶς γὰρ αὐτῷ τε καὶ τοῖς ἀρχομένοις χρησίμους ἔσεσθαι τοὺς Γότθους, φοβεροὺς δὲ τοῖς ἐναντίοις, ὡς ἐν ὅπλοις ἀεὶ παρεσκευασμένους, τῶν Ῥωμαϊκῶν ταγμάτων ἠμέλει. Καὶ ἀντὶ τῶν εἰωθότων εἰς στρατείαν ἐπιλέγεσθαι ἐκ τῶν ὑπὸ Ῥωμαίους πόλεων τε καὶ κωμῶν, χρυσίον εἰσεπράττετο. Σφαλεὶς δὲ τῆς ἐλπίδος, καταλιπὼν τὴν Ἀντιόχειαν, σπουδῇ εἰς τὴν Κωνσταντινούπολιν ἀφίκετο. Ἡνίκα δὴ ὁ κατὰ τῶν ἑτέρως αὐτῷ χριστιανιζόντων διωγμὸς ἀνακωχὴν ἔσχεν. Εὐζωΐου δὲ τελευτήσαντος, προβληθεὶς εἰς τὴν αὐτοῦ ἀρχὴν Δωρόθεος, τῶν τὰ Ἀρείου φρονούντων προΐστατο.