# Historia ecclesiastica 6.37.4-7

Sozomenus, Historia ecclesiastica, 6.37.4 to 6.37.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/6.37.4

Ἄλλοι δὲ λέγουσιν, ὡς ἔλαφος διαφυγοῦσα, τισὶ τῶν Οὔννων θηρῶσιν ἐπέδειξε τήνδε τὴν ὁδὸν, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασι: τοὺς δὲ, τότε μὲν ὑποστρέψαι, θαυμάσαντας τὴν χώραν, ἀέρι μετριώτερον, καὶ γεωργίᾳ ἥμερον ἔχουσαν: καὶ τῷ κρατοῦντι τοῦ ἔθνους ἀγγεῖλαι ἃ ἐθεάσαντο. Δἰ ὀλίγων δὲ τὰ πρῶτα καταστῆναι εἰς πεῖραν τοῖς Γότθοις. Μετὰ δὲ ταῦτα, πανσυδεὶ ἐπιστρατεῦσαι, καὶ μάχῃ κρατῆσαι, καὶ πᾶσαν τὴν αὐτῶν γῆν κατασχεῖν. Τοὺς δὲ διωκομένους, εἰς τὴν Ῥωμαίων περαιωθῆναι: καὶ τὸν ποταμὸν διαβάντας, πρέσβεις πέμψαι πρὸς βασιλέα, συμμάχους τοῦ λοιποῦ ἔσεσθαι σφᾶς ὑπισχνουμένους, καὶ δεομένους συγχωρεῖν αὐτοῖς ᾗ βούλεται κατοικεῖν. Ταύτης δὲ τῆς πρεσβείας ἄρξαι Οὐλφίλαν, τὸν τοῦ ἔθνους ἐπίσκοπον: κατὰ γνώμην δὲ αὐτοῖς προχωρησάσης, ἐπιτραπῆναι ἀνὰ τὴν Θρᾴκην οἰκεῖν. Οὐ πολλῷ δὲ ὕστερον πρὸς σφᾶς αὐτοὺς στασιάσαντας, διχῆ διαιρεθῆναι. Ἡγεῖτο δὲ, τῶν μὲν Ἀθανάριχος: τῶν δὲ Φριτιγέρνης: ἐπεὶ δὲ πρὸς ἀλλήλους ἐπολέμησαν, κακῶς πράξας ἐν τῇ μάχῃ Φριτιγέρνης, ἐδεῖτο Ῥωμαίων βοηθεῖν αὐτῷ. Τοῦ δὲ βασιλέως ἐπιτρέψαντος βοηθεῖν καὶ συμμαχεῖν αὐτῷ τοὺς ἐν Θρᾴκῃ στρατιώτας, αὖθις συμβαλὼν ἐνίκησε, καὶ τοὺς ἀμφὶ Ἀθανάριχον εἰς φυγὴν ἔτρεψεν. Ὥσπερ δὲ χάριν ἀποδιδοὺς Οὐάλεντι, καὶ διὰ πάντων φίλος εἶναι πιστούμενος, ἐκοινώνησε τῆς αὐτοῦ θρησκείας: καὶ τοὺς πειθομένους

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
