Ancient Greek · ~2 min
6.38.13 to 6.38.14
Sozomenus, Historia ecclesiastica 6.38.13-14
Not analysed yet
Οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε: τὰ δὲ πρεσβεύεσθαι παῤ αὐτοῖς ἐποίησε. Μετὰ δὲ ταῦτά τινες αὐτῶν συγγενόμενοι Ἰουδαίοις, ἔμαθον ἀφ̓ ὧν ἐγένοντο: καὶ ἐπὶ τὸ συγγενὲς ἐπανῆλθον, καὶ τοῖς Ἑβραίοις ἔθεσι καὶ νόμοις προσέθεντο. Ἐξ ἐκείνου τε πολλοὶ παῤ αὐτοῖς εἰσέτι καὶ νῦν Ἰουδαϊκῶς ζῶσιν. Οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας, καὶ χριστιανίζειν ἤρξαντο. Μετέσχον δὲ τῆς ἐν Χριστῷ πίστεως, ταῖς συνουσίαις τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις ἐφιλοσόφουν, εὖ βιοῦντες καὶ θαυματουργοῦντες. Λέγεται δὲ τότε καὶ φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν,