Ancient Greek · ~1 min
Book 6, Chapter 38
Sozomenus, Historia ecclesiastica 6.38.16
Not analysed yet
καὶ τοὺς ὑπ’ αὐτὸν ἐπὶ τοῦτο ἤγαγεν. Ἐξ ἐκείνου τε ταύτην τὴν φυλὴν γενέσθαι φασὶν εὐδαίμονα καὶ πολυάνθρωπον, Πέρσαις τε καὶ τοῖς ἄλλοις Σαρακηνοῖς φοβεράν. Ὃν μὲν δὴ τρόπον Σαρακηνοὶ τὴν ἀρχὴν εἰς Χριστιανισμὸν μετέβαλον, καὶ οἷα περὶ τοῦ πρώτου παῤ αὐτοῖς ἐπισκοπήσαντος παρειλήφαμεν, ὧδε ἔχει.