Ancient Greek
6.4.1 to 6.4.3
Sozomenus, Historia ecclesiastica 6.4.1-3
Not analysed yet
Αἱ δὲ περὶ τῶν δογμάτων ζητήσεις τε καὶ διαλέξεις πάλιν ἀνεκινοῦντο τοῖς προεστῶσι τῶν ἐκκλησιῶν. Ἰουλιανοῦ γὰρ βασιλεύοντος, ὡς παντελῶς τοῦ Χριστιανισμοῦ κινδυνεύοντος, ἡσυχίαν ἦγον: κοινῇ δὲ πάντες τὸν Θεὸν ἱκέτευον, ἵλεων αὐτοῖς γενέσθαι. Οὕτω πῆ τοῖς ἀνθρώποις φίλον, παῤ ἑτέρων μὲν ἀδικουμένοις, πρὸς τὸ ὁμόφυλον ὁμονοεῖν: ἀπηλλαγμένοις δὲ αὐτοῖς τῶν ἔξωθεν κακῶν, πρὸς σφᾶς αὐτοὺς στασιάζειν. Ἀλλ̓ ὅσαις μὲν πολιτείαις καὶ ἔθνεσι τοῦτο συνέβη, οὐ τοῦ παρόντος καιροῦ καταλέγειν ἐστί. Περὶ δὲ τοῦτον τὸν χρόνον, Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Σιλβανὸς ὁ Ταρσοῦ, καὶ Σωφρόνιος ὁ Πομπηϊουπόλεως, καὶ οἱ σὺν αὐτοῖς, τὴν τῶν ἀνομοίων καλουμένων αἵρεσιν ἀποστρεφόμενοι, τὸ δὲ ὁμοιοούσιον ὄνομα ἀντὶ τοῦ ὁμοουσίου δεχόμενοι, βιβλίον τῷ βασιλεῖ διεπέμψαντο: χάριν ἔχειν τῷ Θεῷ ὁμολογοῦντες, ὅτι αὐτὸν προεστήσατο τῆς Ῥωμαίων ἀρχῆς.