Ancient Greek
6.4.5 to 6.4.6
Sozomenus, Historia ecclesiastica 6.4.5-6
Not analysed yet
Ἐδήλουν δὲ μὴ παραγενέσθαι σφᾶς εἰς τὸ στρατόπεδον, ὥστε μὴ ὀχληροὺς εἶναι δοκεῖν: εἰ δὲ ἐπιτραπεῖεν, ἀσμένως τοῦτο ποιήσειν, ὑποζυγίοις ἰδίοις καὶ δαπάνῃ χρωμένους. Καὶ οἱ μὲν τοιάδε Ἰοβιανῷ τῷ βασιλεῖ ἔγραψαν. Ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν Ἀντιοχείᾳ τῆς Συρίας, βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, καὶ κρατεῖ, ὥστε ἀναμφηρίτως τὸν Υἱὸν τῷ Πατρὶ δοξάζειν ὁμοούσιον. Ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς Ἀντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων, καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων,