Ancient Greek
6.40.2 to 6.40.3
Sozomenus, Historia ecclesiastica 6.40.2-3
Not analysed yet
Καὶ ἀπέβη οὕτως. Ἐπεὶ γὰρ ἅμα τῷ στρατῷ ἐπεξῆλθεν, οἱ μὲν Γότθοι διωκόμενοι ὑπεχώρουν. Ὁ δὲ ἀπιὼν, ἤδη παραμείψας τὴν Θρᾴκην ἧκεν εἰς τὴν Ἀνδριανούπολιν. Οὐκ ἀπὸ πολλοῦ τε γενόμενος τοῖς βαρβάροις, ἐν ἀσφαλεῖ χώρῳ στρατοπεδευομένοις, θᾶττον ἢ ἔδει συμβάλλει, μὴ προδιαθεὶς ᾗ χρὴ καὶ ὅπῃ τάξαι τὴν στρατιάν. Διασπασθείσης δὲ αὐτῷ τῆς ἵππου, καὶ τοῦ ὁπλιτικοῦ τραπέντος, διωκόμενος ὑπὸ τῶν πολεμίων, εἴς τι δωμάτιον ἢ πύργον, ὀλίγοις ἅμα συνεπομένοις αὐτῷ, ἐν τῷ φεύγειν ἀποβὰς τοῦ ἵππου, εἰσέδυ καὶ ἔλαθεν. Οἱ δὲ βάρβαροι ἔθεον ἐπ’ αὐτὸν ὡς αἱρήσοντες: καὶ ἐπὶ τὸ πρόσω ἰέμενοι, παρέτρεχον: οὐ γὰρ ὑπενόουν αὐτὸν ἐκεῖσε κρύπτεσθαι.