# Historia ecclesiastica 6.6.2-5

Sozomenus, Historia ecclesiastica, 6.6.2 to 6.6.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/6.6.2

Ἐπεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιὰ, ἀναγορεύουσι βασιλέα Οὐαλεντινιανὸν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας ἄξιον. Ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. Λέγεται γὰρ, ὡς ἡνίκα Ἰουλιανὸς ἐκράτει Ῥωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων Ἰοβιανῶν, τῆς στρατείας ἀπεώσατο, καὶ ἀϊδίῳ φυγῇ ἐζημίωσε. Πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ’ αὐτὸν στρατιώτας πρὸς τοὺς πολεμίους: τὸ δ̓ ἀληθὲς, ἐντεῦθεν. Ἔτι διάγων Ἰουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις, ἧκεν εἴς τινα ναὸν θύσων: συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός: ἔθος γὰρ παλαιὸν Ῥωμαίοις τὸν ἡγούμενον τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν, τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ̓ Ἡρακλέους, τὸ δὲ ἀπὸ Διὸς λαχόντα τὴν προσηγορίαν, κατὰ νώτου ἐγγὺς ἀεὶ φύλακας ἕπεσθαι τῷ βασιλεῖ. Ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν τοῦ ναοῦ τὸν οὐδὸν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς, νόμῳ Ἑλληνικῷ περιέρραινε τοὺς εἰσιόντας: ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα, χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός: ἦν γὰρ Χριστιανός: καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο: φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος, αὐτίκα περιτεμεῖν καὶ ἀπορρίψαι σὺν αὐτῇ τῇ ψεκάδι, ὅσον ἐβράχη τῆς ἐσθῆτος.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
