Ancient Greek · ~2 min
Book 6, Chapter 6
Sozomenus, Historia ecclesiastica 6.6.6
Not analysed yet
Τὸ δὲ ἐξ ἐκείνου μηνιῶν ὁ Ἰουλιανὸς, οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτὸν τὴν Μελιτινὴν τῆς Ἀρμενίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ’ αὐτὸν στρατιώτας ῥαστώνην: οὐ γὰρ ἐβούλετο δόξαι, διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη: καθότι ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν, καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.