# Historia ecclesiastica 6.6.7-10

Sozomenus, Historia ecclesiastica, 6.6.7 to 6.6.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/6.6.7

Ἐπεὶ δὲ ὁ Ἰοβιανὸς ἐπετράπη τὴν Ῥωμαίων ἡγεμονίαν, μετακληθεὶς ἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ στρατοπέδου καὶ τῶν τότε τὰς μεγάλας ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται βασιλεύειν Οὐαλεντινιανός. Ὡς δὲ τὰ σύμβολα τῆς ἀρχῆς ἐδέξατο, κεκραγότων τῶν στρατιωτῶν κοινωνὸν αὐτῷ τῆς βασιλείας ἕτερον ποιήσασθαι, Τὸ μὲν ἑλέσθαι μὲ, φησὶν, ἄρχειν ὑμῶν, ὦ ἄνδρες στρατιῶται, ἐν ὑμῖν ἦν: ἐπεὶ δὲ εἵλεσθε, ὃν νῦν αἰτεῖτε οὐκ ἐν ὑμῖν ἀλλ̓ ἐν ἐμοί: καὶ χρὴ τοὺς μὲν ἀρχομένους ὑμᾶς ἡσυχίαν ἄγειν: ἐμὲ δὲ ὡς βασιλέα, τὰ πρακτέα σκοπεῖν. Καὶ τότε μὲν ταῦτα προσφωνήσας, οὐκ εἶξε τοῖς στρατιώταις: μετ̓ οὐ πολὺ δὲ παραγενόμενος εἰς Κωνσταντινούπολιν, ἀνεκήρυξε βασιλέα τὸν ἀδελφόν: καὶ τῆς ὑπηκόου τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα, παρέδωκεν αὐτῷ, τὰ δὲ ἀπὸ Ἰλλυριῶν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν, καὶ πᾶσαν τὴν ἀντικρὺ ἤπειρον μέχρις ἐσχάτων Λιβύων, ὑφ̓ ἑαυτὸν ἔταξεν. Ἄμφω δὲ Χριστιανὼ τὴν θρησκείαν ἐγενέσθην: διαφόρω δὲ τὴν δόξαν καὶ τὸν τρόπον. Οὐάλης μὲν γὰρ, Εὐδοξίῳ τῷ ἐπισκόπῳ μυσταγωγῷ χρησάμενος ἡνίκα ἐβαπτίσθη, τὴν Ἀρείου πίστιν ἐζήλου: καὶ δεινὸν ἡγεῖτο, μὴ βιάζεσθαι πάντας ὁμοδόξους αὐτῷ ποιεῖν. Οὐαλεντινιανὸς δὲ, τὰ αὐτὰ φρονῶν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, τούτους μὲν ὠφέλει: τοῖς δὲ ἑτέρως δοξάζουσιν, οὐδὲν ἠνώχλει.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
