Ancient Greek
Book 6, Chapter 9
Sozomenus, Historia ecclesiastica 6.9.3
Not analysed yet
καὶ τὰς ὑπ’ αὐτὸν ἐκκλησίας ἀπέλαβε, καὶ ἀδεῶς ἐκκλησίαζεν. Αἴτιος δὲ τούτων Μαρκιανός τις: ὃς ἐπὶ βίῳ καὶ λόγοις θαυμαζόμενος, πάλαι μὲν ἐν τοῖς βασιλείοις ἐστρατεύετο: τότε δὲ πρεσβύτερος ὢν τῆς Ναυατιανῶν αἱρέσεως, γραμματικοὺς λόγους ἐξεδίδασκε τὰς βασιλέως θυγατέρας, Ἀναστασίαν τε καὶ Καρῶσαν: ὧν εἰσέτι νῦν ἐπώνυμα λουτρὰ κατὰ τὴν Κωνσταντινούπολίν ἐστί: διὰ γὰρ τὴν πρὸς αὐτὸν αἰδῶ καὶ χάριν, μόνοις Ναυατιανοῖς τὰ εἰρημένα ὑπῆρξε.