Ancient Greek · ~2 min
7.1.1 to 7.1.2
Sozomenus, Historia ecclesiastica 7.1.1-2
Not analysed yet
ΟΥΑΛΕΝΤΙ μὲν ὧδε θανεῖν ξυνηνέχθη. Οἱ δὲ βάρβαροι ἐπαρθέντες ἐπὶ τῇ νίκῃ, πᾶσαν τὴν Θρᾴκην ἐδῄουν: καὶ τελευτῶντες, τὰ προάστεια Κωνσταντινουπόλεως κατέτρεχον. Κινδυνεύουσι δὲ τότε τοῖς πράγμασι μέγα γεγόνασιν ὄφελος, ἐκ μὲν τῶν ὑποσπόνδων Σαρακηνῶν ὀλίγοι παρὰ Μανίας ἀποσταλέντες, πλεῖστοι δὲ ἀπὸ τοῦ δήμου. Ῥητὸν γὰρ ἐκ τοῦ δημοσίου μισθὸν χορηγούσης αὐτοῖς Δομνίκης τῆς Οὐάλεντος γαμετῆς, ὡς ἔτυχεν ἕκαστος ὀπλιζόμενος, ἀντεπεξῄεσαν, καὶ τοὺς πολεμίους ἀμυνόμενοι,