Ancient Greek
7.10.1 to 7.10.2
Sozomenus, Historia ecclesiastica 7.10.1-2
Not analysed yet
Νεκτάριος δὲ, ὑπὸ διδασκάλῳ Κυριακῷ τῷ ἐπισκόπῳ Ἀδάνων, τὴν ἱερατικὴν τάξιν ἐμάνθανε: τοῦτον γὰρ αὐτῷ συγγενέσθαι ἐπί τινα χρόνον, ᾔτησε Διόδωρον τὸν Ταρσέων ἐπίσκοπον. Προὐτρέψατο δὲ καὶ πολλοὺς ἄλλους Κίλικας αὐτῷ συνεῖναι, καὶ Μαρτύριον, ὃν ἐπιτήδειον ἰατρὸν ἔχων καὶ συνίστορα τῶν ἐν νεότητι ἡμαρτημένων αὐτῷ, διάκονον χειροτονεῖν ἐβουλεύετο. Οὐ μὴν ἠνέσχετο Μαρτύριος, ἀνάξιον αὐτὸν εἶναι θείας διακονίας ἰσχυριζόμενος, καὶ τῶν αὐτῷ βεβιωμένων αὐτὸν Νεκτάριον μάρτυρα ποιούμενος. Καὶ ὁ Νεκτάριος, Ἢ οὐκ ἐγὼ, ἔφη, ὁ νῦν ἱερεὺς, ἀμελέστερόν σου πολλῷ τὸν προτοῦ διετέθην βίον, ὡς καὶ αὐτὸς μαρτυρεῖς, πολλάκις διακονησάμενος ταῖς πολλαῖς ἐμαῖς ἀκολασίαις;