Ancient Greek · ~3 min
7.12.10 to 7.12.12
Sozomenus, Historia ecclesiastica 7.12.10-12
Not analysed yet
Καὶ Ναυατιανοῖς μὲν οὐδὲν ἐντεῦθεν παρὰ γνώμην ἀπέβη: ὁμοίως γὰρ τῇ καθόλου ἐκκλησίᾳ τὰ περὶ Θεοῦ δοξάζουσιν. Οἱ δὲ ἄλλοι πρὸς τοὺς αὐτῶν ἱερέας ἐχαλέπαινον, ὡς ἀμαθῶς σφίσιν ἐναντίους ἐπὶ τοῦ κρατοῦντος γενομένους: πολλοὶ δὲ καὶ καταγνόντες, πρὸς τὴν ἐπαινεθεῖσαν μετέθεντο. Ὁ δὲ βασιλεὺς νομοθετῶν, ἐκέλευσε τοὺς ἑτεροδόξους μήτε ἐκκλησιάζειν, μήτε περὶ πίστεως διδάσκειν, μήτε ἐπισκόπους ἢ ἄλλους χειροτονεῖν: καὶ τοὺς μὲν, πόλεων καὶ ἀγρῶν ἐλαύνεσθαι: τοὺς δὲ, ἀτίμους εἶναι, καὶ πολιτείας ὁμοίως μὴ μετέχειν τοῖς ἄλλοις. Καὶ χαλεπὰς τοῖς νόμοις ἐπέγραφἑ τιμωρίας. Ἀλλ̓ οὐκ ἐπεξῄει: οὐ γὰρ τιμωρεῖσθαι, ἀλλ̓ εἰς δέος καθιστᾷν τοὺς ὑπηκόους ἐσπούδαζεν, ὅπως ὁμόφρονες αὐτῷ γένοιντο περὶ τὸ θεῖον: ἐπεὶ καὶ τοὺς ἑκοντὶ μετατιθεμένους ἐπῄνει.