Ancient Greek · ~2 min
Book 7, Chapter 12
Sozomenus, Historia ecclesiastica 7.12.4
Not analysed yet
Ὁ δὲ, τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων, κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβὴς, προεβάλετο ἀντ̓ αὐτοῦ τὸ πρακτέον ἰδεῖν, διαλεχθῆναί τε εἰ δεήσειεν, ἄνδρα τῶν ὑπ’ αὐτὸν ἀναγνωστῶν τότε, Σισίνιον ὀνόματι, ὃς καὶ ὕστερον ἐπετράπη τὴν αὐτὴν ἐπισκοπήν: ἱκανὸν νοῆσαί τε καὶ φράσαι, καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν βίβλων ἀκριβῶς ἐπιστάμενον: καὶ πολυμαθῆ τῶν ἱστορημένων ὑπὸ τῶν παῤ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ φιλοσοφησάντων.