Ancient Greek · ~2 min
7.13.8 to 7.13.9
Sozomenus, Historia ecclesiastica 7.13.8-9
Not analysed yet
Ταῦτα σπουδαζούσης τῆς τοῦ βασιλέως μητρὸς, καὶ τὸν νόμον εἰς ἔργον ἄγειν κατεπειγούσης, ἀγγέλλεται δόλῳ Ἀνδραγαθίου ὃς στρατηγὸς ἦν Μαξίμου, Γρατιανὸν ἀνῃρῆσθαι. Ἐφ̓ ἁρμαμάξης γὰρ βασιλικῆς ὀχούμενος, ἀπεκρύβη: καὶ ὡς τοῦ βασιλέως εἴη γαμετὴ τοῖς ἡγουμένοις ἀγγέλλειν ἐκέλευεν. Ἀπερισκέπτως δὲ Γρατιανὸς τὸν τῇδε ποταμὸν διαβὰς, ὡς ἔναγχος γήμας, καὶ νέος ὢν, καὶ ἐρωτικῶς πρὸς τὴν γυναῖκα διατεθεὶς, ὑπὸ προθυμίας τοῦ θεάσασθαι αὐτὴν μηδὲν προϊδόμενος, εἰς τὰς Ἀνδραγαθίου ἐνέπεσε χεῖρας. Καὶ συλληφθεὶς, οὐκ εἰς μακρὰν ἀνῃρέθη, ἔτη μὲν ἀμφὶ τὰ εἰκοσιτέσσαρα γεγονὼς, δέκα δὲ καὶ πέντε βασιλεύσας. Ὡς ἐπιγενομένης δὲ τοσαύτης συμφορᾶς, ἐπαύσατο Ἰουστίνα τῆς κατὰ Ἀμβροσίου ὀργῆς.