Ancient Greek
7.14.1 to 7.14.4
Sozomenus, Historia ecclesiastica 7.14.1-4
Not analysed yet
Ἐν τούτῳ δὲ, παρασκευαζομένῳ Θεοδοσίῳ εἰς τὸν πρὸς Μάξιμον πόλεμον, γίνεται παῖς Ὁνώριος. Ὡς δὲ αὐτῷ τὰ περὶ τὴν στρατιὰν ηὐτρέπιστο, καταλιπὼν ἐν Κωνσταντινουπόλει βασιλεύοντα Ἀρκάδιον τὸν υἱὸν, καταλαμβάνει ἐν Θεσσαλονίκῃ Οὐαλεντινιανόν. Καὶ τοὺς μὲν ἀποσταλέντας παρὰ Μαξίμου πρέσβεις, οὔτε ἀπέπεμπεν εἰς τὸ προφανὲς, οὔτε προσίετο: ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐπὶ τὴν Ἰταλίαν ἐχώρει. Περὶ δὲ τοῦτον τὸν χρόνον μέλλων τελευτᾷν Ἀγέλιος ὁ ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐπίσκοπος, ἐψηφίσατο ἀντ̓ αὐτοῦ Σισίνιον πρεσβύτερον τῶν ὑπ’ αὐτόν. Μεμφομένου δὲ τοῦ πλήθους ὅτι μὴ Μαρκιανὸν ἐπὶ εὐλαβείᾳ ἐπίσημον, ῥᾷον ἔχειν δόξας, ἐχειροτόνησε Μαρκιανόν: καὶ τῷ λαῷ ἐν τῇ ἐκκλησίᾳ προσεφώνησε, Κατ̓ ἐμὲ, λέγων, Μαρκιανὸν ἔχετε: μετὰ δὲ τοῦτον, Σισίνιον. Καὶ ὁ μὲν τάδε εἰπὼν, οὐκ εἰς μακρὰν ἐτελεύτησεν, ἐπὶ τεσσαράκοντα ἔτεσιν εὐδοκίμως τῆς οἰκείας αἱρέσεως προστάς: εἰσὶ δὲ οἳ καὶ ὁμολογητὴν ἰσχυρίζονται τοῦτον τὸν ἄνδρα ἐν Ἑλληνικοῖς καιροῖς γενέσθαι. Οὐ πολλῷ δὲ ὕστερον, Τιμοθέου καὶ Κυρίλλου τὸν βίον μεταλλαξάντων, διαδέχεται τὸν Ἀλεξανδρέων θρόνον Θεόφιλος: τῶν δὲ Ἱεροσολύμων, Ἰωάννης. Ἐπὶ δὲ τῆς Κωνσταντινουπόλεως, καὶ Δημόφιλος ὁ τῆς Ἀρείου αἱρέσεως ἡγούμενος ἐτελεύτησε: Μαρῖνος δέ τις ἐκ Θρᾴκης μετακληθεὶς ἐπιτρέπεται τὴν αὐτοῦ διαδοχήν: