# Historia ecclesiastica 7.15.11-15

Sozomenus, Historia ecclesiastica, 7.15.11 to 7.15.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/7.15.11

Εἰσέτι δὲ κατὰ πόλεις τινὰς προθύμως ὑπερεμάχοντο τῶν ναῶν οἱ Ἑλληνισταί: παρὰ μὲν Ἁραβίοις, Πετραῖοι, καὶ Ἀρεοπολῖται: παρὰ δὲ Παλαιστινοῖς, Ῥαφιῶται καὶ Γαζαῖοι: παρὰ δὲ Φοίνιξιν, οἱ τὴν Ἡλιούπολιν οἰκοῦντες. Σύρων δὲ μάλιστα οἱ τοῦ ναοῦ Ἀπαμείας τῆς πρὸς τῷ Ἀξίῳ ποταμῷ οὓς ἐπυθόμην ἐπὶ φυλακῇ τῶν παῤ αὐτοῖς ναῶν, συμμαχίαις χρήσασθαι πολλάκις Γαλιλαίων ἀνδρῶν, καὶ τῶν περὶ τὸν Λίβανον κωμῶν: τὸ δὲ τελευταῖον ἐπὶ τοσοῦτον προελθεῖν τόλμης, ὡς Μάρκελλον τὸν τῇδε ἐπίσκοπον ἀνελεῖν. Λογισάμενος γὰρ ὡς οὐκ ἄλλως αὐτοῖς ῥᾴδιον μετατεθῆναι τῆς προτέρας θρησκείας, τοὺς ἀνὰ τὴν πόλιν καὶ τὰς κώμας ναοὺς κατεστρέψατο. Πυθόμενος δὲ μέγιστον εἶναι ναὸν ἐν τῷ Αὐλῶνι, κλῖμα δὲ τοῦτο τῆς Ἀπαμέων χώρας, στρατιώτας τινας καὶ μοναμάχους παραλαβὼν, ἐπὶ τοῦτο ᾔει. Πλησίον δὲ γενόμενος, ἔξω βελῶν περιέμενεν: ἦν γὰρ ποδαλγὸς, καὶ οὔτε μάχεσθαι, οὔτε διώκειν ἢ φεύγειν ἠδύνατο. Ἠσχολημένων δὲ τῶν στρατιωτῶν καὶ μονομάχων περὶ τὸ ἑλεῖν τὸν ναὸν, μαθόντες αὐτὸν τινες τῶν Ἑλληνιστῶν μεμονῶσθαι, καθ̓ ὃ μέρος ἐλεύθερον ἦν μάχης τὸ χωρίον, ἐξῆλθον: ἐξαπίνης τε ἐπιστάντες, συνέλαβον αὐτὸν, καὶ πυρᾷ ἐμβαλόντες ἀνεῖλον. Καὶ πρὸς τὸ παρὸν ἔλαθον. Ἐπεὶ δὲ τῷ χρόνῳ ἐφωράθησαν, οἱ μὲν Μαρκέλλου παῖδες τιμωρεῖν τῷ πατρὶ ἐσπούδαζον: ἡ δὲ ἀνὰ τὸ ἔθνος σύνοδος διεκώλυσε, μὴ δίκαιον νομίσασα τοιαύτης τελευτῆς τιμωρίαν λαμβάνειν, ἐφ̓ ἧ προσῆκε χάριν ὁμολογεῖν τὸν ὧδε θανόντα, καὶ γένος αὐτοῦ καὶ φίλους, ὡς ὑπὲρ Θεοῦ ἀποθανεῖν ἠξιωμένου: καὶ τὰ μὲν οὕτως ἔσχεν.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
