Ancient Greek
7.15.4 to 7.15.5
Sozomenus, Historia ecclesiastica 7.15.4-5
Not analysed yet
Ἐντεῦθεν ὡς ἀπ̓ ἄκρας τινὸς ἐξαπιναίως ἐλθόντες, συνέλαβόν τε πολλοὺς Χριστιανῶν, καὶ βασανίζοντες ἠνάγκαζον θύειν. Παραιτουμένους δὲ, τοὺς μὲν ἀνεσκολόπισαν, τῶν δὲ τὰ σκέλη κατέαξαν: ἄλλους δὲ ἄλλως ἀνῄρουν. Ἐπὶ πολλῷ δὲ χρόνῳ τῆς στάσεως κρατούσης, παραγενόμενοι πρὸς αὐτοὺς οἱ ἄρχοντες νόμων ὑπεμίμνησκον, καὶ παύεσθαι πολέμου παρεκελεύοντο, καὶ τὸ Σεράπιον καταλιμπάνειν. Ἦρχε δὲ τότε τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν τάγμάτων Ῥωμανός: Εὐάγριος δὲ ὕπαρχος τῆς Ἀλεξανδρείας ἡγεῖτο. Ὡς δὲ οὐδὲν ἤνυον, ἐμήνυσαν τῷ βασιλεῖ τὰ γενόμενα.