Ancient Greek
7.15.7 to 7.15.8
Sozomenus, Historia ecclesiastica 7.15.7-8
Not analysed yet
Ὁ δὲ βασιλεὺς ἀγγελθέντων τῶν γενομένων, τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάριζεν, ὡς μαρτυρίας γερῶν μετασχόντας, καὶ ὑπὲρ τοῦ δόγματος προκινδυνεύσαντας: τοὺς δὲ ἀνελόντας, συγγνώμης τυχεῖν προσέταξεν, ὡς ἂν ῥᾷστα εἰς Χριστιανισμὸν μεταβάλοιεν, τὴν εὐεργεσίαν αἰδούμενοι: καθαιρεθῆναι δὲ τοὺς ἐν Ἀλεξανδρείᾳ ναοὺς, ὡς αἰτίους στάσεως τῷ δήμῳ. Λέγεται δὲ τῶν περὶ τούτων γραφέντων παρὰ βασιλέως εἰς τὸ κοινὸν ἀναγνωσθέντων, μέγα ἀναβοῆσαι Χριστιανοὺς, καθότι εὐθὺς ἐκ προοιμίων ἐν αἰτίᾳ τοὺς Ἑλληνιστὰς ἐποιεῖτο. Ἐντεῦθεν δὲ εἰς δέος ἐμπεσόντας τοὺς τὸ Σεράπιον φυλάσσοντας, εἰς φυγὴν τραπῆναι: καταλαβόντας δὲ τὸν τόπον τοὺς