Ancient Greek · ~3 min
7.16.10 to 7.16.11
Sozomenus, Historia ecclesiastica 7.16.10-11
Not analysed yet
Καὶ ἐξ ἐκείνου τοῦτο κρατοῦν διέμεινεν: ἤδη τῆς ἀρχαιότητος, οἶμαι, καὶ τῆς κατ̓ αὐτὴν σεμνότητος καὶ ἀκριβείας, εἰς ἀδιάφορον καὶ ἠμελημένον ἦθος κατὰ μικρὸν διολισθαίνειν ἀρξαμένης: ἐπεὶ πρότερον, ὡς ἡγοῦμαι, μείω τὰ ἁμαρτήματα ἦν, ὑπό τε αἰδοῦς τῶν ἐξαγγελλόντων τὰς σφῶν αὐτῶν πλημμελείας, καὶ ὑπὸ ἀκριβείας τῶν ἐπὶ τούτῳ τεταγμένων κριτῶν. Ἐκ ταύτης δὲ τῆς αἰτίας συμβάλλω, καὶ Θεοδόσιον τὸν βασιλέα προνοούμενον τῆς τῶν ἐκκλησιῶν εὐκλείας τε καὶ σεμνότητος, νομοθετῆσαι τὰς γυναῖκας, εἰ μὴ παῖδας ἔχοιεν καὶ ὑπὲρ ἑξήκοντα ἔτη γένοιντο, διακονίαν Θεοῦ μὴ ἐπιτρέπεσθαι, κατὰ τὸ ἀποστόλου Παύλου ῥητὸν πρόσταγμα: τὰς δὲ κειρομένας τὰς κεφαλὰς ἀπελαύνεσθαι τῶν ἐκκλησιῶν: τοὺς δὲ ταύτας προσιεμένους ἐπισκόπους ἀφαιρεῖσθαι τῆς ἐπισκοπῆς.