# Historia ecclesiastica 7.17.10-13

Sozomenus, Historia ecclesiastica, 7.17.10 to 7.17.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/7.17.10

Μαρῖνος δὲ τοὐναντίον ἰσχυρίζετο, καὶ μὴ ὑφεστῶτος τοῦ Ὑ̣?ʼοῦ Πατέρα ἀεὶ εἶναι τὸν Πατέρα ἐδόξαζεν: ἢ οὕτως ἔχων γνώμης, ἢ καθὸ Δωροθέῳ διάφορος ἦν, προκριθέντι προεστάναι τῆς αὐτῶν ἐκκλησίας. Ἐκ ταύτης δὲ τῆς αἰτίας εἰς ἑκάτερον διεκρίθη τὸ πλῆθος. Δωροθέου δὲ σὺν τοῖς αὐτῷ πειθομένοις ἐφ̓ ὧν κατεῖχεν εὐκτηρίων οἴκων μείναντος, ἑτέρους οἰκοδομήσαντες οἱ ἀμφὶ Μαρῖνον ἰδίᾳ ἐκκλησίαζον. Ἐπωνομάζοντο δὲ Ψαθυριανοὶ ἤτοι τῶν Γότθων: τὸ μὲν ὅτι Θεόκτιστός τις Ψαθυροπώλης, Ποπάνου δὲ τοῦτο τὸ εἶδος, προθύμως ταύτῃ τῇ δόξῃ συνίστατο: Γότθων δὲ, καθότι καὶ Σελίνας ὁ τούτων ἐπίσκοπος ὁμοίως ἐδόξαζεν. Ἐπακολουθήσαντες δὲ τούτῳ σχεδὸν πάντες βάρβαροι σὺν αὐτοῖς ἐκκλησίαζον. Πειθήνιοι γὰρ ἐς τὰ μάλιστα τῷ Σελίνῳ ἐτύγχανον, ὑπογραφεῖ τε γενομένῳ καὶ διαδόχῳ Οὐλφίλα τοῦ παῤ αὐτοῖς ἐπισκοπήσαντος, καὶ ἐπὶ ἐκκλησίας ἱκανῷ διδάσκειν, οὐ μόνον κατὰ τὴν πάτριον αὐτῶν φωνὴν, ἀλλὰ γὰρ καὶ τὴν Ἑλλήνων. Οὐ πολλῷ δὲ ὕστερον διαφορᾶς περὶ προεδρίας γενομένης Μαρίνῳ πρὸς Ἀγάπιον, ὃν ἐπίσκοπον τῶν ἐν Ἐφέσῳ ὁμοδόξων ἐχειροτόνησε, διακριθέντες ἀλλήλων μονονουχὶ πρὸς σφᾶς ἐπολέμουν, ἐπαμυνόντων Ἀγαπίῳ τῶν Γότθων Ἐκ ταύτης δὲ τῆς αἰτίας λέγεται πολλοὺς τῶν ἐνθάδε κληρικῶν, μεμφομένους τὴν τῶν ἡγουμένων φιλοτιμίαν, τῇ καθόλου ἐκκλησίᾳ κοινωνῆσαι.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
