Ancient Greek · ~1 min
Book 7, Chapter 17
Sozomenus, Historia ecclesiastica 7.17.2
Not analysed yet
Κώμη δὲ αὕτη Καππαδοκῶν, Δακόρα ἦν δ̓ ὀνομαζομένη, νομοῦ τῆς πρὸς τῷ Ἀργαίῳ Καισαρείας. Θεοφρόνιος δὲ, ὃς ὑπ’ αὐτῷ διδασκάλῳ τοὺς ὁμοίους ἐπαιδεύθη λόγους, Καππαδόκης δὲ καὶ οὗτος, συνίστατο τοῖς αὐτοῦ δόγμασι. Μετρίως δὲ διὰ τῶν Ἀριστοτέλους μαθημάτων ἐλθὼν, ἐπιτηδείαν πρὸς εἴδησιν τῶν παῤ αὐτοῖς συλλογισμῶν εἰσαγωγὴν κατέλιπεν,