Ancient Greek · ~7 min
7.17.4 to 7.17.9
Sozomenus, Historia ecclesiastica 7.17.4-9
Not analysed yet
Οὐκ εἰς μακρὰν δὲ καὶ Εὐτύχιός τις ἐν Κωνσταντινουπόλει τὰ Εὐνομίου φρονῶν, ἐπώνυμον αὐτῷ κατέλιπεν αἵρεσιν. Ζητουμένου γὰρ εἰ τὴν ἐσχάτην ὥραν γινώσκει ὁ Υἱὸς, καὶ εἰς ἀναίρεσιν τούτου, τῶν εἰρημένων ἐν τοῖς εὐαγγελίοις ὅτι μόνος ὁ Πατὴρ οἶδεν, ἀντικεῖσθαι δοκούντων, ἰσχυρίζετο μηδὲ ταύτης τῆς γνώσεως ἄμοιρον εἶναι τὸν Υἱὸν, ὡς ἀνενδεῶς λαβόντα πάντα παρὰ τοῦ Πατρός. Μὴ προσιεμένων δὲ τὸν λόγον τῶν τότε προεστώτων τῆς αἱρέσεως, ἑαυτὸν χωρίσας τῆς κοινωνίας, ἀφίκετο πρὸς Εὐνόμιον ἐν τῇ ὑπερορίᾳ ὄντα. Καταλαβόντος δὲ ἤδη διακόνου καὶ ἑτέρων, οἳ ἐκ τῆς Κωνσταντινουπόλεως ἀπεστάλησαν, διαβαλεῖν τε αὐτὸν, καὶ εἰ δεήσοι διαλεξόμενοι, μαθὼν Εὐνόμιος ἐφ̓ ᾧ παρεγένοντο, τοὺς Εὐτυχίου λόγους ἐπῄνεσε. Καὶ συνηύξατο αὐτῷ, καίπερ οὐ θεμιτὸν ἐν αὐτοῖς συνεύχεσθαι τοῖς ἀλλαχόθι δίχα γραμμάτων ἀφικνουμένοις, ἃ πρὸς σφᾶς αὐτοὺς ὁμοδόξους δηλοῖ διὰ σημείων ἐγγραφομένων ταῖς ἐπιστολαῖς, ἀγνώστων τοῖς ἄλλοις. Οὐκ εἰς μακρὰν δὲ ταύτης τῆς ζητήσεως Εὐνομίου τελευτήσαντος, οὐ προσίετο τὸν Εὐτύχιον ὁ προεστὼς τῆς ἐν Κωνσταντινουπολει αἱρέσεως, ὑπὸ ζηλοτυπίας ἀπεχθανόμενος, ὅτι μηδὲ κληρικοῦ ὄντος ἐναντίος εἶναι σπουδάζων τοῖς αὐτοῦ λόγοις, οὐχ οἷός τε ἦν διαλύειν τὸ πρόβλημα. Ἐντεῦθέν τε μετὰ τῶν ὁμοίως αὐτῷ φρονούντων, εἰς ἰδίαν αἵρεσιν ἐχωρίσθη Εὐτύχιος. Τῆς μέντοι περὶ τὴν θείαν βάπτισιν διαφορᾶς αὐτόν τε καὶ Θεοφρόνιον ὁ πολὺς λόγος ἐπαιτιᾶται. Τάδε ἐξ ὧν ἐπυθόμην ἔγραψα, πρὸς σύντομον εἴδησιν τῶν αἰτιῶν, ἀφ̓ ὧν Εὐνομιανοὶ διῃρέθησαν. Ἐπεξελθεῖν δὲ πάντας τοὺς διὰ τοῦτο κινηθέντας λόγους, μακρὸν ἂν εἴη: κᾀμοὶ δὲ οὐ ῥᾴδιον, ἐπεὶ μηδὲ ἐμπείρως ἔχω τῶν τοιούτων διαλέξεων. Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ τοῖς ἐν Κωνσταντινουπόλει Ἀρειανοῖς ἀνεφύη ζήτησις, εἰ πρὶν εἶναι τὸν Υἱὸν, ὡς ἐξ οὐκ ὄντων παῤ αὐτοῖς ὁμολογούμενον, δύναιτο καλεῖσθαι Πατὴρ ὁ Θεός. Καὶ Δωρόθεος μὲν, ὃς ἀντὶ Μαρίνου μετακληθεὶς ἐκ τῆς Ἀντιοχείας προΐστατο ταύτης τῆς αἱρέσεως, ὡς πρός τι τοῦ ὀνόματος ὄντος, πρὶν τὸν Υἱὸν ὑποστῆναι μὴ καλεῖσθαι Πατέρα τὸν Θεὸν ἀπεφῄνατο.