Ancient Greek
7.18.1 to 7.18.3
Sozomenus, Historia ecclesiastica 7.18.1-3
Not analysed yet
Ἐπὶ δὲ τῆς παρούσης ἡγεμονίας καὶ Ναυατιανοὶ πρὸς σφᾶς διενεχθέντες περὶ τῆς Πασχαλίας ἑορτῆς, ἑτέραν αἵρεσιν τῶν καλουμένων Σαββατιανῶν συνεστήσαντο. Σαββάτιος γὰρ πρεσβύτερος ὑπὸ Μαρκιανοῦ χειροτονηθεὶς, ἅμα Θεοκτίστῳ καὶ Μακαρίῳ τοῖς συμπρεσβυτέροις ἑπόμενος τοῖς ἐν Παζουκώμῃ συνεληλυθόσιν ἐπὶ τῆς Οὐάλεντος βασιλείας, ἠξίουν ἅμα τοῖς Ἰουδαίοις τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελεῖν. Ἀποστὰς δὲ τῆς ἐκκλησίας, τὰ μὲν πρῶτα, πῆ μὲν ἀσκήσεως ἕνεκα, ἄριστα γὰρ ἐβίου, πῆ δέ τινας ὑπονοεῖν ἀναξίους κοινωνίας μυστηρίων, ἐσκήπτετο. Ὡς δὲ ἐγεγόνει δῆλος νεωτερίζων, ἐμέμφετο μὲν Μαρκιανὸς τὴν ἐπ’ αὐτῷ χειροτονίαν: ἄμεινόν τε ἦν ἐπὶ ἀκάνθας ἐπιτεθῆναι τὰς χεῖρας ἢ ἐπ’ αὐτὸν, πολλάκις, φησὶν, ἀνεβόα. Διατεμνομένην δὲ αὐτῷ τὴν ἐκκλησίαν εἰς ἕτερον πλῆθος ὁρῶν, συνεκάλεσεν ὁμοδόξους ἐπισκόπους εἰς Σάγγαρον: χωρίον δὲ τοῦτο Βιθυνίας, οὐκ ἀπὸ πολλοῦ Ἑλενουπόλεως ἐπὶ τῆς θαλάσσης κείμενον: