Ancient Greek
7.18.13 to 7.18.14
Sozomenus, Historia ecclesiastica 7.18.13-14
Not analysed yet
Καὶ τοῦτο δείκνυται τὸ τὴν σελήνην διὰ ὀκταετηρίδος τῷ ἡλίῳ συνιέναι, καὶ ἀμφοῖν κατὰ ταυτὸν νουμηνίαν συμβαίνειν: καθότι ἡ ὀκταετηρὶς τοῦ σεληνιακοῦ δρόμου πληροῦται ἐννέα καὶ ἐνενήκοντα μησὶν, ἡμέραις δὲ δισχιλίαις ἐννακοσίαις εἴκοσι δύο: ἐν αἷς ὁ ἥλιος τοὺς ὀκτὼ δρόμους ἀνύει, λογιζομένων ἑκάστῳ ἔτει τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν, καὶ προσέτι τετάρτου ἡμέρας μιᾶς. Ἀπὸ γὰρ τῆς πρὸ ἐννέα καλανδῶν Ἀπριλλίων, ὡς ἀρχῆς οὔσης κτίσεως ἡλίου καὶ πρώτου μηνὸς, ἀναλογίζονται τὴν εἰρημένην ταῖς ἱεραῖς γραφαῖς τεσσαρεσκαιδεκαταίαν: καὶ ταύτην εἶναι λέγουσι τὴν πρὸ ὀκτὼ εἰδῶν Ἀπριλλίων: καθ̓ ἣν ἀεὶ τὸ Πάσχα ἄγουσιν, εἰ συμβαίη καὶ τὴν ἀναστάσιμον αὐτῇ συνδραμεῖν ἡμέραν, ἐπὶ τῇ ἐχομένῃ κυριακῇ ἑορτάζουσι. Γέγραπται γάρ, φησιν, ἀπὸ τεσσαρεσκαιδεκάτης μέχρι εἰκοστῆς πρώτης.