Ancient Greek · ~2 min
7.18.8 to 7.18.9
Sozomenus, Historia ecclesiastica 7.18.8-9
Not analysed yet
Ἐπεὶ καὶ αὐτοὶ Ναυατιανοὶ οἷς ἀκριβείας μέλει ἰσχυρίζονται, ὡς οὔτε αὐτοῖς, οὔτε τῷ ἀρχηγῷ τῆς αἱρέσεως, τοῦτο πρότερον ἦν ἔθος: ἀλλ̓ ὑπὸ τῶν ἐν Παζουκώμῃ συνεληλυθότων ἐνεωτερίσθη: εἰσέτι τε καὶ νῦν ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ὁμοδόξους αὐτοῖς σὺν τοῖς ἄλλοις Ῥωμαίοις ἑορτάζειν: οὓς οὔποτε ἄλλως ἑορτάσαι ὁ παρελθὼν χρόνος ἤλεγξε, Πέτρου καὶ Παύλου τῶν ἀποστόλων τῇ παραδόσει χρωμένους. Προσέτι δὲ καὶ Σαμαρεῖται, οἳ τοῦ Μωσέως νόμου τὰ μάλιστα ζηλωταὶ τυγχάνουσι, πρὶν τὸν νέον τελεσφορεῖσθαι καρπὸν, οὐκ ἀνέχονται ταύτην ἐπιτελεῖν τὴν ἑορτήν: νέων γὰρ, φασὶν, αὐτὴν ἑορτὴν ὁ νόμος καλεῖ: μή ποτε τούτων φανέντων, ἑορτάζειν οὐ θέμις: