Ancient Greek
7.19.2 to 7.19.6
Sozomenus, Historia ecclesiastica 7.19.2-6
Not analysed yet
Οὐ γὰρ δὴ τὰς αὐτὰς παραδόσεις περὶ πάντα ὁμοίας, κἂν ὁμόδοξοί εἶεν, ἐν πάσαις ταῖς ἐκκλησίαις εὑρεῖν ἐστίν. Ἀμέλει Σκύθαι πολλαὶ πόλεις ὄντες, ἕνα πάντες ἐπίσκοπον ἔχουσιν: ἐν ἄλλοις δὲ ἔθνεσιν ἐστὶν ὅπη καὶ ἐν κώμαις ἐπίσκοποι ἱεροῦνται, ὡς παρὰ Ἀραβίοις καὶ Κυπρίοις ἔγνων, καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς, καὶ Μοντανισταῖς. Διάκονοι δὲ παρὰ Ῥωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ, καθ̓ ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ πρῶτος μαρτυρήσας: παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός. Πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν Ῥώμῃ τὸ Ἀλληλούϊα ψάλλουσι, κατὰ τὴν πρώτην ἡμέραν τῆς Πασχαλίου ἑορτῆς, ὡς πολλοῖς Ῥωμαίων ὅρκον εἶναι, τοῦτον τὸν ὕμνον ἀ ξιωθῆναι ἀκοῦσαί τε καὶ ψάλαι. Οὔτε δὲ ὁ ἐπίσκοπος, οὔτε ἄλλος τις ἐπ’ ἐκκλησίας ἐνθάδε διδάσκει. Παρὰ δὲ Ἀλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος. Φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι, ἢ ἀφ̓ οὗ Ἄρειος πρεσβύτερος ὢν, περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε. Ξένον δὲ κἀκεῖνο παρὰ Ἀλεξανδρεῦσι τούτοις: ἀναγινωσκομένων γὰρ τῶν εὐαγγελίων, οὐκ ἐπανίσταται ὁ ἐπίσκοπος: ὃ παῤ ἄλλοις οὔτ̓ ἔγνων οὔτ̓ ἀκήκοα. Ταύτην δὲ τὴν ἱερὰν βίβλον ἀναγινώσκει ἐνθάδε μόνος ὁ ἀρχιδιάκονος: παρὰ δὲ ἄλλοις, διάκονοι: ἐν πολλαῖς δὲ ἐκκλησίαις, οἱ ἱερεῖς μόνοι: ἐν δὲ ἐπισήμοις ἡμέραις, ἐπίσκοποι, ὡς ἐν Κωνσταντινουπόλει κατὰ τὴν πρώτην ἡμέραν τῆς ἀναστασίμου ἑορτῆς.