# Historia ecclesiastica 7.19.9-12

Sozomenus, Historia ecclesiastica, 7.19.9 to 7.19.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/7.19.9

Καὶ εὐχαῖς δὲ καὶ ψαλμῳδίαις ταῖς αὐταῖς ἢ ἀναγνώσμασι, κατὰ τὸν αὐτὸν καιρὸν, οὐ πάντας κεχρημένους εὑρεῖν ἐστίν. Οὕτω γοῦν τὴν καλουμένην Ἀποκάλυψιν Πέτρου, ὡς νόθον παντελῶς πρὸς τῶν ἀρχαίων δοκιμασθεῖσαν, ἔν τισιν ἐκκλησίαις τῆς Παλαιστίνης εἰσέτι νῦν ἅπαξ ἑκάστου ἔτους ἀναγινωσκομένην ἔγνωμεν, ἐν τῇ ἡμέρᾳ παρασκευῆς, ἣν εὐλαβῶς ἄγαν ὁ λαὸς νηστεύει ἐπὶ ἀναμνήσει τοῦ σωτηρίου πάθους. Τὴν δὲ νῦν ὡς Ἀποκάλυψιν Παύλου τοῦ ἀποστόλου φερομένην, ἣν οὐδεὶς ἀρχαίων εἶδε, πλεῖστοι μοναχῶν ἐπαινοῦσιν. Ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἰσχυρίζονταί τινες ταύτην ηὑρῆσθαι τὴν βίβλον. Λέγουσι γὰρ ἐκ θείας ἐπιφανείας ἐν Ταρσῷ τῆς Κιλικίας κατὰ τὴν οἰκίαν Παύλου, μαρμαρίνην λάρνακα ὑπὸ γῆν εὑρεθῆναι, καὶ ἐν αὐτῇ τὴν βίβλον εἶναι. Ἐρομένῳ δέ μοι περὶ τούτου, ψεῦδος ἔφησεν εἶναι Κίλιξ πρεσβύτερος τῆς ἐν Ταρσῷ ἐκκλησίας: γεγονέναι μὲν γὰρ πολλῶν ἐτῶν καὶ ἡ πολιὰ τὸν ἄνδρα ἐδείκνυεν. Ἔλεγε δὲ μηδὲν τοιοῦτον ἐπίστασθαι παῤ αὐτοῖς συμβάν: θαυμάζειν τε, εἰ μὴ τάδε πρὸς αἱρετικῶν ἀναπέπλασται. Ἀλλὰ περὶ μὲν τούτου τάδε. Πολλὰ δ̓ ἂν εὕροι τις ἔθη κατὰ πόλεις καὶ κώμας, ἅπερ αἰδοῖ τῶν ἐξ ἀρχῆς παραδεδωκότων, ἢ τῶν τούτους διαδεξαμένων, οὐχ ὅσιον οὐδὲ ἀνεκτὸν ἡγοῦνται παραβαίνειν οἱ τούτοις ἐντραφέντες. Ταυτὸν δὲ τοῦτο πεπονθέναι νομιστέον τοὺς ἀνθρώπους καὶ περὶ ταύτην τὴν ἑορτὴν, ἧς ἕνεκεν εἰς τοὺς περὶ τούτων ἐξήχθη λόγους.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
