Ancient Greek · ~4 min
7.2.2 to 7.2.5
Sozomenus, Historia ecclesiastica 7.2.2-5
Not analysed yet
Ἐν τούτῳ δὲ πλὴν Ἱεροσολύμων, ἔτι τῶν ἀνὰ τὴν ἕω ἐκκλησιῶν οἱ τὰ Ἀρείου φρονοῦντες ἐκράτουν. Μακεδονιανοὶ δὲ, καὶ μάλιστα οἱ ἐν Κωνσταντινουπόλει, μετὰ τὰς πρὸς Λιβέριον συνθήκας, οὐ μέγα τὶ διεφέροντο πρὸς τοὺς ἐπαινοῦντας τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων: ὡς ὁμοδόξοις δὲ, κατὰ πόλεις ἐπεμίγνυντο καὶ ἐκοινώνουν ἀλλήλοις. Μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον, ἀδείας λαβόμενοί τινες τῶν ἐπισκόπων ταύτης τῆς αἱρέσεως, κατέλαβον τὰς ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. Καὶ συνελθόντες ἐν Ἀντιοχείᾳ τῆς Καρίας, ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ὀνομάζειν, ἀλλ̓ ὁμοιοούσιον, ὡς πρόσθεν. Ἐκ τούτου δὲ, οἱ μὲν διακριθέντες, ἰδίᾳ ἐκκλησίαζον: οἱ δὲ τῶν ταῦτα ψηφισαμένων ἐναντιότητα καὶ φιλονεικίαν καταγνόντες, ἀπέστησαν αὐτῶν, καὶ βεβαιότερον ὡμοφρόνουν τοῖς κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύουσιν. Ἐκ δὲ τῶν τότε κατὰ τὸν Γρατιανοῦ νόμον ἐπανελθόντων ἐπισκόπων ἀπὸ τῆς συμβάσης αὐτοῖς φυγῆς ἐπὶ τῆς Οὐάλεντος βασιλείας, οἱ μὲν, προεδρίας οὐδὲν ἐφρόντισαν: ἀλλὰ τὴν ὁμόνοιαν τῶν λαῶν προτιμήσαντες, μὴ καταλιπεῖν σφᾶς ἐδεήθησαν τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως, μηδὲ διχονοίᾳ κατατέμνειν τὴν ἐκκλησίαν, ἣν παρὰ Θεοῦ καὶ ἀποστόλων μίαν παραδοθεῖσαν, φιλονεικίαι καὶ φιλοπροεδρίαι εἰς πολλὰς κατεμέρισαν.