Ancient Greek
7.20.4 to 7.20.5
Sozomenus, Historia ecclesiastica 7.20.4-5
Not analysed yet
Οὐκ εἰς μακρὰν δὲ ὁ Νεῖλος πολὺς ἐκχυθεὶς καὶ τοῖς ὑψηλοτέροις ἐπαφῆκε τὰ ῥεύματα. Ἐπεὶ δὲ πρὸς τὸ τελειότατον καὶ σπανίως πληρούμενον μέτρον ἔφθασεν, οὐδὲν δὲ ἧττον ἐκορυφοῦτο τὸ ὕδωρ, εἰς ἐναντίον φόβον περιέστησαν οἱ Αἰγύπτιοι: καὶ δέος ἦν, μὴ καὶ τὴν Ἀλεξάνδρου πόλιν, καὶ Λιβύης μέρος οὖσαν κατακλύσῃ. Ἡνίκα δὴ λέγεται τοὺς Ἑλληνιστὰς Ἀλεξανδρέων ἀγανακτοῦντας πρὸς τὸ συμβὰν παρὰ γνώμην, ἐπιτωθάσαι καὶ ἐν τοῖς θεάτροις ἀναβοῆσαι, ὡς οἷα γέρων καὶ λῆρος ἐξούρησεν ὁ ποταμός. Ἐκ τούτου δὲ πλεῖστοι Αἰγυπτίων τῆς πατρῴας δεισιδαιμονίας κατέγνωσαν, καὶ εἰς Χριστιανισμὸν μετεβάλοντο. Καὶ τὰ μὲν, ὡς ἐπυθόμην.