Ancient Greek
7.22.3 to 7.22.4
Sozomenus, Historia ecclesiastica 7.22.3-4
Not analysed yet
Φασί γε μὴν τοῦτο τὸ μειράκιον εὐγενείᾳ σώματος, καὶ βασιλικῶν τρόπων ἀρετῇ, ὑπερφυῶς δόξαι τῆς ἡγεμονίας ἄξιον, καὶ οἷος μεγαλοψυχίᾳ καὶ δικαιοσύνῃ ὑπερβαλέσθαι τὸν αὐτοῦ πατέρα, εἰ παρῆλθεν εἰς ἄνδρας: καὶ ὁ μὲν τοιοῦτος ὢν, ὧδε τέθνηκεν. Εὐγένοις δέ τις οὐχ ὑγιῶς διακείμενος περὶ τὸ δόγμα τῶν Χριστιανῶν, ἐπεισπηδᾷ τῇ ἀρχῇ, καὶ τὰ σύμβολα τῆς βασιλείας ἀμφιέννυται. Ὤιετο δὲ τοῦ ἐπιχειρήματος ἀσφαλῶς κρατήσειν, ὑπαγόμενος λόγοις ἀνθρώπων εἰδέναι τὸ μέλλον ὑπισχνουμένων, σφαγίοις τισὶ καὶ ἡπατοσκοπίαις καὶ καταλήψει ἀστέρων.