Ancient Greek
Book 7, Chapter 22
Sozomenus, Historia ecclesiastica 7.22.7
Not analysed yet
Θεοδόσιος δὲ διανοούμενος, πῆ ἄρα τὴν ἀπόβασιν ἕξει ὁ πρὸς αὐτὸν πόλεμος, καὶ πότερον ἐπ’ αὐτὸν χωρεῖν δεῖ ἢ ἐπιόντα περιμένειν, ἔγνωκε περὶ τούτου συμβούλῳ χρήσασθαι Ἰωάννῃ τῷ ἐν Θηβαΐδι μοναχῷ: ὃν ἐν τοῖς πρόσθεν εἴρηται ἐπιφανέστατον τηνικάδε γενέσθαι ἐπὶ γνώσει τῶν ἐσομένων. Καὶ Εὐτρόπιον, ὃς πιστὸς ἦν αὐτῷ τῶν ἐν τοῖς βασιλείοις εὐνούχων, πέπομφεν εἰς Αἴγυπτον, εἰ μὲν δυνατὸν, ἄξοντα αὐτόν: