Ancient Greek
7.25.1 to 7.25.4
Sozomenus, Historia ecclesiastica 7.25.1-4
Not analysed yet
Μετὰ δὲ τὴν Εὐγενίου καθαίρεσιν ἀφικόμενος εἰς Μεδιόλανον ὁ βασιλεὺς, ἧκεν εἰς τὴν ἐκκλησίαν εὐξόμενος. Ὡς δὲ πρὸς ταῖς θύραις ἐγένετο, ὑπήντετο Ἀμβρόσιος ὁ τῆς πόλεως ἐπίσκοπος: καὶ λαβόμενος τῆς ἁλουργίδος ἐπὶ τοῦ πλήθους, Ἐπίσχες, ἔφη: ἀνδρὶ γὰρ ὑπὸ ἁμαρτίας βεβήλῳ, καὶ τὰς χεῖρας ᾑμαγμένας οὐκ ἐν δίκῃ ἔχοντι, οὐ θεμιτὸν πρὸ μετανοίας τῆς τοῦ ἱεροῦ ἐπιβαίνειν οὐδοῦ, ἢ μυστηρίων θείων κοινωνεῖν. Ὁ δὲ βασιλεὺς θαυμάσας τὸν ἱερέα τῆς παρρησίας, σύννους γεγονὼς ὑπέστρεφεν, ὑπὸ τῆς μετανοίας κεντούμενος. Ἦν δὲ τῆς ἁμαρτίας πρόφασις τοιάδε: Βουθερίχου τοῦ ἡγουμένου τότε τῶν παῤ Ἰλλυριοῖς στρατιωτῶν ἡνίοχος τὸν οἰνοχόον αἰσχρῶς ἰδὼν, ἐπείρασε: καὶ συλληφθεὶς ἐν φρουρᾷ ἦν. Ἐπισήμου δὲ ἱπποδρομίας ἐπιτελεῖσθαι μελλούσης, ὡς ἀναγκαῖον εἰς τὴν ἀγωνίαν ὁ Θεσσαλονικέων δῆμος ἐζήτει ἀφίεσθαι: ὡς δὲ οὐδὲν ἤνυεν, εἰς χαλεπὴν κατέστη στάσιν: καὶ τελευτῶν τὸν Βουθερίχαν ἀνεῖλε. Καὶ ἐπεὶ τάδε ἐμηνύθη, εἰς ἄμετρον ὀργὴν ἐμπεσὼν ὁ βασιλεὺς ῥητὸν τῶν προστυγχανόντων ἀριθμὸν ἀναιρεθῆναι προσέταξεν. Ἐντεῦθεν δὲ πολλῶν ἀδίκων ἐνεπλήσθη φόνων ἡ πόλις. Ξένοι τε γὰρ αὐτίκα προσπλεύσαντες,