Ancient Greek · ~4 min
7.25.10 to 7.25.13
Sozomenus, Historia ecclesiastica 7.25.10-13
Not analysed yet
Τούτου δὲ τοῦ ἀνδρὸς καὶ τόδε τὸ ἔργον ἀξιομνημόνευτον περιλαβεῖν τῇ γραφῇ, ἀναγκαῖον εἶναί μοι δοκεῖ. Ἕλλην τις τῶν ἐν τέλει, τὸν Γρατιανὸν ἐλοιδόρει, καὶ τοῦ πατρὸς ἀνάξιον ἀπεκάλει: καὶ γραφὴν ἐπὶ τούτοις ὑπομείνας κατεδικάσθη θανεῖν. Ἀγομένου δὲ αὐτοῦ ἐπὶ τιμωρίᾳ, ἧκεν Ἀμβρόσιος εἰς τὰ βασίλεια, περὶ αὐτοῦ δεησόμενος. Ὑπὸ σπουδῆς δὲ τῶν αὐτῷ ἐπιβουλευόντων ἀσχολουμένου Γρατιανοῦ περὶ θέαν κυνηγίων, οἵας εἰώθασιν οἱ βασιλεῖς ἐπιτελεῖν, τερπωλῆς ἰδίας χάριν, οὐ δημοσίας, μηδενός τε τῶν ἐπὶ ταῖς βασιλικαῖς πύλαις τεταγμένων μηνύοντος, ὡς οὐ καιροῦ ὄντος, ὑπεχώρησεν. Ἐλθὼν δὲ ἐπὶ τὴν πύλην ᾗ τοὺς θῆρας εἰσῆγον, ἔλαθε: καὶ συνεισελθὼν τοῖς κυνηγοῖς οὐ πρότερον καθυφῆκεν, οὐδὲ Γρατιανοῦ καὶ τῶν ἀμφ̓ αὐτὸν ἀντιβολούντων εἶξεν, εἰ μὴ παραυτίκα σωτήριον ψῆφον τοῦ βασίλέως ἐξέσπασεν, τὸν ἐπὶ θανάτῳ ἀγόμενον ἐλευθεροῦσαν. Οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν φυλακὴν τῶν νόμων τῆς ἐκκλησίας, καὶ τὴν ἀγωγὴν τῶν ὑπ’ αὐτὸν κληρικῶν, σπουδαῖος ἄγαν ἐγένετο. Ἐκ πολλῶν δὲ τῶν αὐτῷ κατωρθωμένων, τάδε μοὶ εἰρήσθω, εἰς ἀπόδειξιν ἧς εἶχε διὰ Θεὸν πρὸς τοὺς κρατοῦντας παρρησίας.