# Historia ecclesiastica 7.26.1-6

Sozomenus, Historia ecclesiastica, 7.26.1 to 7.26.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/7.26.1

Κατὰ τοῦτον δὲ πολλοὶ πολλαχοῦ τῆς οἰκουμένης ἐν ἐπισκόποις διέπρεπον, ὡς Δονάτος ὁ Εὐροίας τῆς Ἠπείρου: ᾧ δὴ πολλά τε καὶ ἄλλα τεθαυματουργῆσθαι μαρτυροῦσιν οἱ ἐπιχώριοι, μέγιστα δὲ τὰ περὶ τὴν ἀναίρεσιν τοῦ δράκοντος, ὃς περὶ τὰς καλουμένας Χαμαιγεφύρας παρὰ τὴν λεωφόρον ἐφώλευε, καὶ πρόβατα καὶ αἶγας καὶ βόας, ἵππους τε καὶ ἀνθρώπους ἐξήρπαζεν. Οὐ γὰρ ξίφος ἢ δόρυ φέρων, οὔδε ἄλλο τὶ βέλος ἔχων, ἐπὶ τουτὶ τὸ θηρίον ἦλθεν. Ἀλλ̓ ὡς ᾔσθετο, καὶ τὴν κεφαλὴν ὡς ἐφορμήσων ἐξανέστησεν, ἀντιπρόσωπον αὐτῷ εἰς σταυροῦ σύμβολον τὸν ἀέρα τῷ δακτύλῳ κατεσήμανε, καὶ ἐπέπτυσε. Τὸ δὲ, τὸν σίαλον εἰς τὸ στόμα δεξάμενον, αὐτίκα κατέπεσε: καὶ νεκρὸν κείμενον, οὐ μεῖον τῶν παῤ Ἰνδοῖς ἱστορουμένων ἑρπετῶν διεφάνη τὸ μέγεθος: ἀμέλειτοι, ὡς ἐπυθόμην, ὑπὸ ζεύγεσιν ὀκτὼ εἰς τὸ πλησίον πεδίον ἐξελκύσαντες αὐτὸ οἱ ἐπιχώριοι, κατέκαυσαν, ὅπως μὴ διασαπεὶς τὸν ἀέρα λυμανεῖται, καὶ λοιμώδη νόσον ποιήσῃ. Δονάτῳ δὲ τούτῳ τάφος ἐστὶν ἐπίσημος εὐκτήριος οἶκος ἀπ̓ αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων: περὶ τοῦτον δὲ πηγὴ ὑδάτων πολλῶν, ἣν οὐ πρότερον οὖσαν εὐξαμένου αὐτοῦ τὸ θεῖον ἀνέδωκεν: ἦν μὲν γὰρ οὗτος ὁ χῶρος παντελῶς ἄνυδρος. Ἐξ ὁδοιπορίας δέ ποτε ἐνθάδε παραγενόμενος, λέγεται, τῶν ἀμφ̓ αὐτὸν ἀπορίᾳ ὕδατος ταλαιπωρουμένων, τῇ χειρὶ τὴν γῆν λαχήνας εὔξασθαι: ἅμα δὲ τῇ εὐχῇ ἄφθονον ἀναβλύσαι ὕδωρ, καὶ ἐξ ἐκείνου μὴ διαλιπεῖν. Ἀλλὰ τῶνδε μὲν μάρτυρες, οἱ τὴν Ἰσωρίαν οἰκοῦντες κώμην Εὐροίας, καθ̓ ἣν τάδε συνέβη. Ἐν τούτῳ δὲ Τόμεως καὶ τῆς ἄλλης Σκυθίας τὴν ἐκκλησίαν ἐπετρόπευε Θεότιμος Σκύθης, ἀνὴρ ἐν φιλοσοφίᾳ τραφείς: ὃν ἀγάμενοι τῆς ἀρετῆς οἱ περὶ τὸν Ἴστρον Οὗννοι βάρβαροι, Θεὸν Ῥωμαίων ὠνόμαζον: καὶ γὰρ δὴ καὶ θείων ἐπ’ αὐτῷ πραγμάτων ἐπειράθησαν.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
