Ancient Greek
Book 7, Chapter 26
Sozomenus, Historia ecclesiastica 7.26.8
Not analysed yet
θεασάμενοι, παρέδραμον. Ἐπεὶ δὲ πολλάκις ἐπιόντες ἐκακοποίουν τοὺς Σκύθας, φύσει θηριώδεις ὄντας εἰς ἡμερότητα μετέβαλεν, ἑστιῶν τε καὶ δώροις φιλοφρονούμενος. Ἐντεῦθεν δὲ βάρβαρος ἀνὴρ ὑπολαβὼν εὔπορον εἶναι, ἐπεβούλευσεν αὐτὸν ἑλεῖν: καὶ βρόχον παρασκευάσας ἀσπίδι ἐπερειδόμενον, ὥσπερ εἰώθει τοῖς πολεμίοις διαλεγόμενος, ἀνασχὼν τὴν δεξιὰν, ἀκοντίζειν ἐπ’ αὐτὸν τὸ σχοινίον ἔμελλεν, ὡς πρὸς ἑαυτὸν καὶ τοὺς ὁμοφύλους ἑλκύσων. Ἅμα δὲ τῇ ἐπιχειρήσει, ἀνατεταμένη ἡ χεὶρ πρὸς τὸν ἀέρα διέμεινε: καὶ οὐ πρότερον ὁ βάρβαρος τῶν ἀοράτων ἠφείθη δεσμῶν, εἰ μὴ τῶν ἄλλων ἀντιβολούντων ὑπὲρ αὐτοῦ τὸν Θεὸν ἱκέτευσε Θεότιμος.