Ancient Greek
7.27.5 to 7.27.6
Sozomenus, Historia ecclesiastica 7.27.5-6
Not analysed yet
ἀνδρῶν. Ἔστι δὲ τοιόνδε, ὃ λέγειν θέλω. Ἐπιτηρήσαντες δύο τινες πτωχοὶ ἐπιόντα τὸν Ἐπιφάνιον, πλέον τι κομίσασθαι πραγματευόμενοι, ὁ μὲν ἐφαπλώσας ἑαυτὸν τῷ ἐδάφει ἔκειτο δῆθεν νεκρός: ὁ δὲ, παρεστὼς ἔκλαιεν, οἷά γε ὁμοῦ συνήθους θάνατον ὀδυρόμενος, καὶ ὅτι μηδὲ θάπτειν αὐτὸν δύναιτο τὴν πενίαν καταμεμφόμενος. Ὁ δὲ Ἐπιφάνιος ἐν ἀναπαύσει εἶναι τὸν κείμενον ηὔξατο, καὶ τὰ πρὸς τὴν κηδείαν ἐπιτήδεια δεδωκώς, Ἐπιμελοῦ, φησὶ τῷ δακρύοντι, τῆς ταφῆς, καὶ παύου κλαίων, ὦ τέκνον: οὐ γὰρ ἀναστήσεται νῦν: τὸ δὲ ἐπὶ τῷ συμβεβηκότι ἀπαραίτητον καὶ πάντως ἀποκείμενον δεῖ φέρειν γενναίως.