Ancient Greek · ~2 min
7.28.1 to 7.28.3
Sozomenus, Historia ecclesiastica 7.28.1-3
Not analysed yet
Ἀλλὰ τὰ μὲν ὧδε ἐπυθόμην. Ἐξ ἐκείνου δὲ καὶ Ἀκάκιος ἐν ἐπισκόποις διέπρεπε, ἤδη πρότερον τὴν ἐν Βεροίᾳ τῆς Συρίας ἐπισκοπὴν ἐπιτραπείς. Τούτου δὲ εἰκὸς μὲν καὶ ἄλλα φέρεσθαι γραφῆς ἄξια: καθὸ τὸν βίον μοναχικῶς ἀσκηθεὶς ἐκ παιδὸς, ἀκριβῶς ἐπολιτεύσατο. Τεκμήριον δὲ μεγίστης ἔδωκεν ἀρετῆς, παρὰ πάντα τὸν χρόνον τὸ ἐπισκοπικὸν καταγώγιον ἀνεῳγμένον ἔχων: ὡς καὶ τροφῆς ὥρᾳ καὶ ὕπνου ἀδεῶς οἷς ἐδόκει ξένοις τε καὶ ἀστοῖς αὐτὸν ὁρᾷν. Ἄγαμαι δὲ τοῦτο μάλιστα: ἢ γὰρ οὕτως ἐβίω, ὡς ἀεὶ πεποιθέναι: ἢ πρὸς τὸ ἕτοιμον εἰς κακίαν τῆς φύσεως παρετοιμαζόμενος τουτὶ ἐπενόησεν: ὥστε ἀεὶ φωραθήσεσθαι προσδοκῶν ὑπὸ τῶν ἐξαπίνης εἰσιόντων,