Ancient Greek
7.29.3 to 7.29.4
Sozomenus, Historia ecclesiastica 7.29.3-4
Not analysed yet
πατρίῳ φωνῇ ὀνομάζοντες. Ἱκανὰ μὲν οὖν καὶ τάδε πρὸς εὔκλειαν τοῦ Χριστιανῶν δόγματος ἐπὶ τῆς παρούσης βασιλείας συνεκύρησε. Μετὰ δὲ τὴν κατὰ Εὐγενίου νίκην, ἔτι ἐν Μεδιολάνῳ διάγων Θεοδόσιος ὁ βασιλεὺς, ἀρρώστως διετέθη: ἐννοηθείς τε ὁμοῦ τὴν τοῦ Ἰωάννου τοῦ μοναχοῦ προφητείαν, ὑφωρᾶτο τελευτήν. Ἐν τάχει τε τὸν υἱὸν Ὁνώριον ἐκ τῆς Κωνσταντινουπόλεως μετεκαλέσατο, καὶ παραγενόμενον ἰδὼν, ἔδοξε ῥᾷον ἔχειν, ὡς καὶ ἐπὶ θέαν ἱπποδρομίας αὐτὸν προελθεῖν. Ἐξαπίνης δὲ μετὰ τὸ ἄριστον κακῶς διατεθεὶς, ἐκέλευσε τῷ παιδὶ τὴν θέαν ἐπιτελέσαι: τῆς δὲ ἐχομένης νυκτὸς τὸν βίον μετήλλαξεν, Ὀλυβρίου καὶ Προβιανοῦ τῶν ἀδελφῶν ὑπατευόντων.