Ancient Greek · ~2 min
7.5.6 to 7.5.7
Sozomenus, Historia ecclesiastica 7.5.6-7
Not analysed yet
Τοιάδε προσειπὼν, ἐξ ἐκείνου πρὸ τῆς πόλεως ἐκκλησίαζε: σὺν αὐτῷ δὲ καὶ Λούκιος, ὁ πάλαι πρὸς τῶν Ἀρείου τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτραπείς: ἐξελαθεὶς γὰρ, ὡς εἴρηται, φυγὰς εἰς Κωνσταντινούπολιν ἐλθὼν, ἐνθάδε διέτριβεν. Ἀπολιπόντων δὲ τὴν ἐκκλησίαν τῶν ἀμφὶ Δημόφιλον, εἰσελθὼν ὁ βασιλεὺς ηὔξατο. Καὶ τὸ ἐξ ἐκείνου, τοὺς εὐκτηρίους οἴκους κατέσχον οἱ Τριάδα ὁμοούσιον πρεσβεύοντες. Ἔτος δὲ τοῦτο ἦν ἐν ᾧ Γρατιανὸς τὸ πέμπτον, καὶ Θεοδόσιος τὸ πρῶτον ὑπάτευον: τεσσαρακοστὸν δὲ, ἀφ̓ οὗ τῶν ἐκκλησιῶν ἐκράτησαν οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως.